Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.353 Joseph. AJ 8.357 (English) >>Joseph. AJ 8.361

8.355

Ναβώθης δέ τις ἐξ Ἱεζαρήλου πόλεως ἀγρογείτων ὢν τοῦ βασιλέως παρακαλοῦντος αὐτὸν ἀποδόσθαι τιμῆς ὅσης βούλεται τὸν πλησίον αὐτοῦ τῶν ἰδίων ἀγρόν, ἵνα συνάψας ἓν αὐτὸ ποιήσῃ κτῆμα, εἰ δὲ μὴ βούλοιτο χρήματα λαβεῖν ἐπιτρέποντος ἐκλέξασθαι τῶν ἀγρῶν τινα τῶν ἐκείνου, τοῦτο μὲν οὔ φησι ποιήσειν, αὐτὸς δὲ τὴν ἰδίαν καρπώσεσθαι γῆν, ἣν ἐκληρονόμησε τοῦ πατρός. 8.356λυπηθεὶς δʼ ὡς ἐφʼ ὕβρει τῷ μὴ τἀλλότρια λαβεῖν βασιλεὺς οὔτε λουτρὸν προσηνέγκατο οὔτε τροφήν, τῆς δʼ Ἰεζαβέλης τῆς γυναικὸς αὐτοῦ πυνθανομένης, τι λυπεῖται καὶ μήτε λούεται μήτε ἄριστον αὑτῷ παρατίθεται μήτε δεῖπνον, διηγήσατο αὐτῇ τὴν Ναβώθου σκαιότητα καὶ ὡς χρησάμενος ἐπιεικέσι πρὸς αὐτὸν λόγοις καὶ βασιλικῆς ἐξουσίας ὑποδεεστέροις ὑβρισθείη μὴ τυχὼν ὧν ἠξίου. 8.357 δὲ μὴ μικροψυχεῖν ἐπὶ τούτοις παρεκάλει, παυσάμενον δὲ τῆς λύπης ἐπὶ τὴν συνήθη τρέπεσθαι τοῦ σώματος πρόνοιαν· μελήσειν γὰρ αὐτῇ περὶ τῆς Ναβώθου τιμωρίας. 8.358καὶ παραχρῆμα πέμπει γράμματα πρὸς τοὺς ὑπερέχοντας τῶν Ἰσραηλιτῶν ἐκ τοῦ Ἀχάβου ὀνόματος νηστεῦσαί τε κελεύουσα καὶ ποιησαμένους ἐκκλησίαν προκαθίσαι μὲν αὐτῶν Νάβωθον, εἶναι γὰρ αὐτὸν γένους ἐπιφανοῦς, παρασκευασαμένους δὲ τρεῖς τολμηρούς τινας τοὺς καταμαρτυρήσοντας αὐτοῦ, ὡς τὸν θεόν τε εἴη βλασφημήσας καὶ τὸν βασιλέα, καταλεῦσαι καὶ τούτῳ διαχρήσασθαι τῷ τρόπῳ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.353 Joseph. AJ 8.357 (English) >>Joseph. AJ 8.361

Powered by PhiloLogic